# Graecarum affectionum curatio 4.21

Theodoretus, Graecarum affectionum curatio, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/4.21

Καὶ μέντοι καὶ τὸν ἥλιον καὶ τὴν σελήνην ὁ Ξενοφάνης νέφη εἶναι πεπυρωμένα φησίν· Ἀναξαγόρας δὲ καὶ Δημόκριτος καὶ Μητρόδωρος μύδρον ἢ πέτρον διάπυρον· Θαλῆς δὲ γεώδη, κισηροειδῆ δὲ Διογένης· ὁ δὲ Ἀριστοτέλης σφαῖραν εἶναι ἐκ τοῦ πέμπτου σώματος ξυνεστῶσαν· ὁ δὲ Πλάτων τὸ μὲν πλεῖστον ἔχειν ἐκ τοῦ πυρός, μετέχειν δὲ καὶ τῶν ἄλλων σωμάτων· Φιλόλαος δὲ ὁ Πυθαγόρειος ὑαλοειδῆ, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τό τε φῶς καὶ τὴν ἀλέαν, εἰδώλου τάξιν ἐπέχοντα· καὶ ἕτεροι δὲ ἕτερα ἄττα περὶ τούτου ἐδόξασαν, ἃ περιττὸν οἶμαι λέγειν, ἵνα μὴ τῆς αὐτῆς μεταλάχω τερθρείας.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
