Ancient Greek
4.30 to 4.31
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.30-31
Not analysed yet
ποτὲ οὐδὲν οὔτ' ἀπολέσθαι.» Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα διέξεισι, τὴν πολλὴν ἐκείνων ἀδολεσχίαν ἐλέγχων. Ταῦτα τοὺς μετεωρολέσχας οὐδεὶς τῶν ἡμετέρων ἐγράψατο, ἀλλὰ Ξενοφῶν καὶ Σωκράτης, τῶν Ἑλλήνων οἱ ἄριστοι. Καὶ ῥᾷστον τῷ βουλομένῳ τοῖς Ξενοφῶντος Ἀπομνημονεύμασιν ἐντυχεῖν καὶ γνῶναι σαφῶς, ὡς ταῦτά γε ἐκεῖνος περὶ τῶν πολυθρυλήτων φιλοσόφων γέγραφεν. Εἰ δέ τις οἴεται κἀμὲ συκοφαντῆσαι τοὺς ἄνδρας, τὴν παμπόλλην αὐτῶν διαφωνίαν ἐλέγξαντα, ἀναγνώτω μὲν Ἀετίου τὴν Περὶ ἀρεσκόντων ξυναγωγήν, ἀναγνώτω δὲ Πλουτάρχου τὴν Περὶ τῶν τοῖς φιλοσόφοις δοξάντων ἐπιτομήν· καὶ Πορφυρίου δὲ ἡ Φιλόσοφος ἱστορία πολλὰ τοιαῦτα διδάσκει.