# Graecarum affectionum curatio 4.5-10

Theodoretus, Graecarum affectionum curatio, 4.5 to 4.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/4.5

Ξενοφάνης μὲν οὖν ὁ Ὀρθομένους ὁ Κολοφώνιος, ὁ τῆς Ἐλεατικῆς αἱρέσεως ἡγησάμενος, ἓν εἶναι τὸ πᾶν ἔφησε, σφαιροειδὲς καὶ πεπερασμένον, οὐ γενητόν, ἀλλ' ἀΐδιον καὶ πάμπαν ἀκίνητον· πάλιν δ' αὖ τῶνδε τῶν λόγων ἐπιλαθόμενος, ἐκ τῆς γῆς φῦναι ἅπαντα εἴρηκεν. Αὐτοῦ γὰρ δὴ τόδε τὸ ἔπος ἐστίν· ἐκ γῆς γὰρ τάδε πάντα, καὶ εἰς γῆν πάντα τελευτᾷ. Ἀξύμφωνοι δὲ ἄντικρυς οἵδε οἱ λόγοι. Εἰ γὰρ ἀΐδιος ὁ κόσμος, καὶ ἄναρχος· εἰ δέ γε ἄναρχος, καὶ ἀναίτιος· εἰ δὲ ἀναίτιος, οὐκ ἔχει δήπου μητέρα τὴν γῆν. Εἰ δὲ αἰτίαν ἔχει τὴν γῆν, οὐκ ἄρα ἀναίτιος· εἰ δὲ οὐκ ἀναίτιος, οὐδὲ ἄναρχος· εἰ δὲ οὐκ ἄναρχος, οὐκ ἄρα ἀΐδιος. Καὶ Παρμενίδης δὲ ὁ Πύρρητος ὁ Ἐλεάτης, Ξενοφάνους ἑταῖρος γενόμενος, κατὰ μὲν τὸν πρῶτον λόγον ξύμφωνα τῷ διδασκάλῳ ξυγγέγραφεν· αὐτοῦ γὰρ δὴ τόδε τὸ ἔπος εἶναί φασιν· οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ' ἀγένητον. Αἴτιον δὲ τῶν ὅλων οὐ τὴν γῆν μόνον, καθάπερ ἐκεῖνος, ἀλλὰ καὶ τὸ πῦρ εἴρηκεν οὗτος. Μέλισσος δὲ ὁ Ἰθαγένους ὁ Μιλήσιος τούτου μὲν ἑταῖρος ἐγένετο, τὴν δὲ παραδοθεῖσαν διδασκαλίαν ἀκήρατον οὐκ ἐτήρησεν· ἄπειρον γὰρ οὗτος ἔφη τὸν κόσμον, ἐκείνων φάντων πεπερασμένον. Δημόκριτος δὲ ὁ Ἀβδηρίτης ὁ Δαμασίππου τὴν τοῦ κενοῦ καὶ τῶν ναστῶν πρῶτος ἐπεισήγαγε δόξαν· ταῦτα δὲ Μητρόδωρος ὁ Χῖος ἀδιαίρετα καὶ κενὸν προσηγόρευσεν, ὥσπερ αὖ πάλιν Ἐπίκουρος ὁ Νεοκλέους ὁ Ἀθηναῖος, πέμπτῃ γενεᾷ μετὰ Δημόκριτον γεγονώς, τὰ ὑπ' ἐκείνων ναστὰ καὶ ἀδιαίρετα δὴ κληθέντα ἄτομα προσηγόρευσεν. Ἀδιαίρετον δὲ καὶ ἄτομον καὶ ναστὸν οἱ μὲν διὰ τὸ ἀπαθὲς ὠνομάσθαι φασίν, οἱ δὲ διὰ τὸ ἄγαν σμικρόν, ἅτε δὴ τομὴν καὶ διαίρεσιν δέξασθαι οὐ δυνάμενον. Καλοῦσι δὲ οὕτω τὰ σμικρότατα ἐκεῖνα καὶ λεπτότατα σώματα, ἃ διὰ τῶν φωταγωγῶν εἰσβάλλων ὁ ἥλιος δείκνυσιν ἐν ἑαυτῷ ἄνω καὶ κάτω παλλόμενα.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
