Ancient Greek
Book 4
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 4.62
Not analysed yet
νότια ἐπὶ τὰ βόρεια μέρη τρέχῃ καὶ τὸ θέρος ἐργάζηται. Διά τοι τοῦτο καὶ τὸν Νεϊλόν φασιν οὐ κατὰ τὸν αὐτὸν τοῖς ἄλλοις ποταμοῖς πλημμυρεῖν καιρόν, ἀλλὰ μεσοῦντος τοῦ θέρους ἐπικλύζειν τὴν Αἴγυπτον, ὡς τοῦ γε ἡλίου τὴν βορειοτέραν διαθέοντος ζώνην, καὶ τοῖς ἄλλοις μὲν ποταμοῖς ἐνοχλοῦντος, τούτου δέ γε πλεῖστον ἀπέχοντος. Εἰ δὲ καὶ ἄλλας αἰτίας τῆς τούτου γε πλημμύρας εἶναί φασί τινες, ἀλλ' οὐκ ἔμοιγε ἁρμόττειν τόνδε νῦν τὸν λόγον ὑπείληφα. Καὶ γὰρ τοῖς ἄλλοις παρεγγυῶ τῆς μὲν θείας οἰκονομίας μὴ πολυπραγμονεῖν τὰς αἰτίας, θαυμάζειν δὲ τὰ γινόμενα καὶ τὸν ποιητὴν ἀνυμνεῖν.