# Graecarum affectionum curatio 4.64

Theodoretus, Graecarum affectionum curatio, Book 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/4.64

Ἀλλὰ γὰρ ὑπὲρ θαῦμα τὸ θαῦμα· καὶ κινδυνεύω γε λέγειν, ὡς οὐδὲ θαῦμα τὸ θαῦμα. Θεοῦ γὰρ δημιουργοῦντος, προσήκει θαυμάζειν μὲν ὡς ἥκιστα, ὑμνεῖν δὲ ὡς μάλιστα· πάντα γὰρ αὐτῷ ῥᾴδιον ποιεῖν, ὅσα γε αὐτῷ πρόσφορα. Ἐναπέθετο δὲ καὶ οἷς δεδημιούργηκεν, εἰς ὅσον ταῦτα ξυνεστάναι βούλεται χρόνον, δύναμιν ἀποχρῶσαν. Διά τοι τοῦτο καὶ ἡ γῆ μεμένηκεν, οἵαπερ ἐξ ἀρχῆς ἐγεγόνει, καὶ ἡ θάλαττα οὔτε σμικρύνεται οὔτε αὔξεται, καὶ ὁ ἀὴρ ἣν ἐξ ἀρχῆς ἔλαχε φύσιν, ἄσυλον διετήρησε, καὶ ὁ ἥλιος δὲ τήκειν οὐ δύναται καὶ διαλύειν, ὃ διαθέει στερέωμα, οὔτε μὴν τὸ στερέωμα, ὑγρὸν ὄν, θερμὸν ὄντα τὸν ἥλιον σβέννυσιν· ἕκαστον γάρ, ὃν ἐξ ἀρχῆς ἔλαχε, διεφύλαξε κλῆρον. Τὰς γὰρ ἐναντίας φύσεις ὑγροῦ καὶ ξηροῦ, καὶ αὖ πάλιν ψυχροῦ καὶ θερμοῦ, ξυνήγαγεν εἰς φιλίαν ὁ ποιητής.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
