# Graecarum affectionum curatio 4.70-73

Theodoretus, Graecarum affectionum curatio, 4.70 to 4.73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/4.70

Οὕτω δὴ καὶ τῆς γῆς τοὺς καρποὺς διὰ τῶν σπειρομένων καὶ φυτευομένων τοῖς ἀνθρώποις προσφέρει· πάλαι δὲ ἡ γῆ καὶ ἄσπαρτος καὶ ἀνήροτος ἐβλάστησε πᾶσαν φυτῶν καὶ σπερμάτων ἰδέαν καὶ τῶν ἑρπετῶν καὶ τετραπόδων τὰ γένη· καὶ τῶν ὑδάτων ἡ φύσις ἔφυσεν, ὡς ἐκελεύσθη, καὶ τὰ τοῖς ὕδασιν ἐνδιαιτώμενα ζῷα καὶ τὰ τὸν ἀέρα διαπερᾶν πεφυκότα. Αὐτὴν μέντοι τὴν γῆν καὶ τὸν οὐρανὸν καὶ τὸν ἀέρα καὶ τῶν ὑδάτων τὴν φύσιν καὶ τὸ πῦρ καὶ τὸ φῶς οὐ τῇ ὕλῃ ἀναδοῦναι προσέταξεν, ἀλλὰ μὴ ὄντα παρήγαγεν, αὐτὸς καὶ φυτουργός· καὶ ναυπηγὸς τοῦ μεγίστου σκάφους τῆς κτίσεως γεγονώς, αὐτὸς καὶ κυβερνᾷ καὶ ἰθύνει, ὃ πανσόφως κατεσκεύασε σκάφος. Ταῦτα οὐ μόνον ἡμᾶς εὐαγγελισταὶ παιδεύουσι καὶ ἀπόστολοι, ἀλλὰ καὶ προφῆται καὶ τῶν προφητῶν ὁ κορυφαῖος Μωϋσῆς, ὁ τὴν κοσμογονίαν ξυγγράψας, καὶ πρό γε τούτων Ἀβραὰμ καὶ Μελχισεδὲκ καὶ ἅπας τῶν πατριαρχῶν ὁ χορός. Ἕκαστος γὰρ τούτων οὐ πολλούς, ἀλλὰ τὸν τοῦ παντὸς ἐθεολόγησε ποιητήν. Καὶ τοῦτο εἴσεσθε, εἰ τοῖς θείοις λογίοις ἐντύχοιτε. Ἐκ παραλλήλου τοίνυν μεμαθηκότες, ὅσον τῶν ἀνθρωπίνων ὑπέρκειται λογισμῶν τῆς θείας γραφῆς τὰ παιδεύματα, φύγετε μέν, ὦ φιλότης, τὸν πλάνον, ἀσπάζεσθε δὲ τὴν ἡλίου φανοτέραν ἀλήθειαν, ἵνα ὑπὸ ταύτης φωταγωγούμενοι καὶ τῶν θείων λογίων τὸν νοῦν θεωρήσητε καὶ τοὺς τούτων διδασκάλους θαυμάσητε, καὶ «πεσόντες ἐπὶ πρόσωπον», ἀποστολικῶς εἰπεῖν, «προσκυνήσητε τῷ Θεῷ, λέγοντες ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν».

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
