# Graecarum affectionum curatio 5.11-13

Theodoretus, Graecarum affectionum curatio, 5.11 to 5.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/5.11

Πρὸς δὲ τοῖς εἰρημένοις οἱ μὲν ὄλβιον τόδε τὸ ζῷον κεκλήκασιν, οἱ δὲ δείλαιον καὶ τρισάθλιον. Καὶ Ὅμηρος μὲν ἀκιδνὸν αὐτὸ καὶ ὀϊζυρὸν ὀνομάζει· Θέογνις δὲ ὁ Σικελιώτης ὁ Μεγαρόθεν βοᾷ· πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον μηδ' ἐσορᾶν αὐγὰς ὀξέος ἠελίου· φύντα δ' ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι. Ξυνῳδὰ δὲ τούτοις καὶ τῆς Εὐριπίδου τραγῳδίας τὰ ἰαμβεῖα· ἐχρῆν γὰρ ἡμᾶς ξύλλογον ποιουμένους τὸν φύντα θρηνεῖν, εἰς ὅσ' ἔρχεται κακά, τὸν δ' αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων. Καὶ Σόλωνα δὲ τὸν Ἀθηναῖον, τὸν νομοθέτην, Ἡρόδοτος εἰρηκέναι τῷ Κροίσῳ ἔφη· «Ὦ Κροῖσε, πᾶς ἄνθρωπός ἐστι ξυμφορή.» Πυθαγόρας δὲ καὶ Πλάτων δῆμόν τινα ψυχῶν ἀσωμάτων εἰσάγουσι καὶ τὰς ἁμαρτάδι τινὶ περιπεσούσας τιμωρίας χάριν εἰς σώματα καταπέμπεσθαι λέγουσιν. Τῷ τοι ὁ Πλάτων ἐν τῷ Κρατύλῳ τὸ σῶμα σῆμα κέκληκεν, ὡς ἐν τούτῳ τῆς ψυχῆς οἱονεὶ τεθαμμένης.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
