Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.20
Not analysed yet
Ὁ δὲ Νικομάχου πέντε εἶναι ταύτης ἔφησεν ἐνεργείας, τὴν ὀρεκτικήν, τὴν θρεπτικήν, τὴν αἰσθητικήν, τὴν μεταβατικήν, τὴν διανοητικήν. Ἀλλ' οὐδὲ τοῦτον οἱ Στωϊκοὶ τὸν ἀριθμὸν ἔστερξαν· ἐξ ὀκτὼ γὰρ μερῶν ἔφασαν τὴν ψυχὴν ξυνεστάναι, τῆς ὀπτικῆς αἰσθήσεως καὶ τῆς ἀκουστικῆς καὶ τῆς ὀσφρητικῆς καὶ τῆς γευστικῆς καὶ τῆς ἁπτικῆς· ἕκτον δὲ τὸ φωνητικὸν ἔφασαν καὶ τὸ σπερματικὸν ἕβδομον καὶ τὸ ἡγεμονοῦν ὄγδοον, ὑφ' οὗ τούτων ἕκαστον ἐνεργεῖται. Εἶπον δὲ αὐτὴν καὶ ταῖς τοῦ πολύποδος ἐοικέναι πλεκτάναις.