# Graecarum affectionum curatio 5.43

Theodoretus, Graecarum affectionum curatio, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/5.43

Πῶς γὰρ οὔ;» Εἶτα εἰπών, ὅπως τὸ σῶμα διαλύεται, ἐπήγαγεν· «Ἡ δὲ ψυχὴ εἰς τὸ ἀειδὲς ἢ εἰς τοιοῦτον ἕτερον τόπον τινὰ οἰχομένη γενναῖον καὶ ἄριστον καὶ ἀειδῆ, εἰς Ἅιδου φοιτᾷ ὡς ἀληθῶς παρὰ τὸν ἀγαθὸν καὶ φρόνιμον θεόν, οὗ ἂν θεὸς ἐθέλῃ, αὐτίκα καὶ τῇ ἐμῇ ψυχῇ ἰτέον, αὕτη δὲ ἡμῖν ἡ τοιαύτη καὶ οὕτω πεφυκυῖα ἀπαλλαττομένη τοῦ σώματος εὐθὺς διαπεφύσηται καὶ ἀπόλωλεν, ὥς φασιν οἱ πολλοὶ ἄνθρωποι; Πολλοῦ γε δεῖ, ὦ φίλε Κέβης τε καὶ Σιμμία· ἀλλὰ πολλῷ μᾶλλον ὧδε ἔχει.» Καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας καὶ τὴν τῆς ψυχῆς ἀθανασίαν δείκνυσι διαρρήδην.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
