Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.56
Not analysed yet
Ῥᾷστον μὲν γὰρ ἦν αὐτῷ προστάξαι καὶ αὐτίκα πᾶσαν γῆν καὶ θάλατταν τῶν οἰκητόρων ἐμπλῆσαι· ἀλλ' ἵνα μὴ διαφόρους ὑπολάβωσιν εἶναι τῶν ἀνθρώπων τὰς φύσεις, ἐκ τοῦ ἑνὸς ἐκείνου ζεύγους τὰ μυρία φῦλα τῶν ἀνθρώπων γενέσθαι ἐκέλευσεν. Ταύτῃ τοι καὶ τὴν γυναῖκα οὐχ ἑτέρωθέν ποθεν διέπλασεν, ἀλλ' ἐκ τοῦ ἀνδρὸς τὰς τῆς γενέσεως λαβὼν ἀφορμάς, ἵνα μηδὲ αὐτὴ φύσιν ἔχειν ἑτέραν ὑπολαμβάνουσα τὴν ἐναντίαν τοῖς ἀνδράσιν ὁδεύῃ.