Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.58
Not analysed yet
Οὐ μὴν οὐδὲ τῶν γλωττῶν τὸ διάφορον τῇ φύσει λυμαίνεται· καὶ γὰρ καὶ ἐν Ἕλλησι καὶ ἐν βαρβάροις ἔστιν ἰδεῖν καὶ ἀρετῆς φροντιστὰς καὶ κακίας ἐργάτας. Τῷδε μέντοι καὶ Ἕλληνες ξυμφωνοῦσι τῷ λόγῳ. Καὶ γὰρ Ἀνάχαρσιν θαυμάζουσιν, ἄνδρα Σκύθην, οὐκ Ἀθηναῖον οὐδὲ Ἀργεῖον οὐδέ γε Κορίνθιον οὐδὲ Τεγεάτην ἢ Σπαρτιάτην, καὶ τοὺς Βραχμᾶνας ὑπεράγανται, Ἰνδοὺς ὄντας, οὐ Δωριέας οὐδὲ Αἰολέας οὐδέ γε Ἴωνας· ἐπαινοῦσι δὲ καὶ Αἰγυπτίους ὡς σοφωτάτους· πολλὰς γάρ τοι καὶ παρὰ τούτων ἔμαθον ἐπιστήμας.