Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.6
Not analysed yet
Ἐπειδὴ δὲ καὶ ὁ φόβος τοῖς παιδαγωγουμένοις ἁρμόδιος, ἀναγκαίως καὶ ταῖς ἀπειλαῖς τοὺς ῥᾳστώνῃ ξυζῶντας δεδίττεται καί φησιν· «Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.» Ὁ δὲ ταύτην προσενεγκὼν διὰ τοῦ προφήτου τὴν παραίνεσιν ἐν τοῖς ἱεροῖς εὐαγγελίοις οὐκ ἄλλῳ τῳ χρώμενος ὑπουργῷ, ἀλλ' αὐτὸς διὰ τῆς σαρκὸς φθεγγόμενος, ἣν ἀνέλαβεν, ἔλεγεν· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω.» Καὶ πάλιν· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς·»