Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.60
Not analysed yet
Τοιγάρτοι ξυνομολογοῦσι καὶ οἱ Ἕλληνες, καὶ παρὰ τοῖς βαρβάροις εἶναί τινα ἐπιμέλειαν ἀρετῆς, καὶ μὴ κωλύειν τήνδε τὴν κτῆσιν τῆς φωνῆς τὸ διάφορον. Καὶ γὰρ ἅπαντες τῆς ἀληθείας οἱ κήρυκες, προφῆταί φημι καὶ ἀπόστολοι, τῆς μὲν Ἑλληνικῆς οὐ μετέλαχον εὐγλωττίας, ἔμπλεοι δὲ τῆς ἀληθινῆς ὄντες σοφίας, πᾶσι τοῖς ἔθνεσι, καὶ Ἑλληνικοῖς καὶ βαρβαρικοῖς, τὴν θείαν διδασκαλίαν προσήνεγκαν καὶ πᾶσαν γῆν καὶ θάλατταν τῶν ἀρετῆς πέρι καὶ εὐσεβείας ξυγγραμμάτων ἐνέπλησαν.