Ancient Greek
5.62 to 5.63
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.62-63
Not analysed yet
Καὶ μέντοι καὶ τοὺς ἔτι τούτων παλαιοτέρους, τὸν Ἁβραάμ φημι καὶ τοὺς τούτου παῖδας, καὶ τοὺς ἐκείνων ἀρχαιοτέρους, τὸν Ἄβελ, τὸν Ἐνώχ, τὸν Νῶε καὶ τοὺς ἄλλους, ὅσους ἀριδήλους ὁ ἀξιέπαινος ἀπέφηνε βίος· τῶν δὲ μετὰ τοὺς προφήτας γεγενημένων ἑπτὰ σοφῶν καὶ τῶν ἐκείνους διαδεξαμένων οὐδὲ οἱ τὴν Ἑλληνικὴν ἀσπαζόμενοι γλῶτταν ἴσασι τὰ ὀνόματα. Καὶ τί λέγω τοὺς νῦν; καὶ γὰρ τοῖς πάλαι πολλὴ περὶ τούτων ἀμφιλογία γεγένηται. Οἱ μὲν γὰρ τούτοις Περίανδρον ξυντάττουσι τὸν Κορίνθιον, οἱ δὲ Ἐπιμενίδην τὸν Κρῆτα, οἱ δὲ Ἀκουσίλαον τὸν Ἀργεῖον, οἱ δὲ Ἀνάχαρσιν τὸν Σκύθην, ἄλλοι δὲ Φερεκύδην τὸν Σύριον, ὁ δέ γε Πλάτων Μύσωνα τὸν Χηνέα.