Ancient Greek
Book 5
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.66
Not analysed yet
ξυγγραφεῖσαν πολιτείαν ἠσπάσαντο; Ἀλλὰ τούτων μὲν τῶν δογμάτων οὐδένα διδάσκαλον ἡμῖν ἐπιδεῖξαι δυνήσεσθε, ἡμεῖς δὲ τῶν ἀποστολικῶν καὶ προφητικῶν δογμάτων τὸ κράτος ἐναργῶς ἐπιδείκνυμεν· πᾶσα γὰρ ἡ ὑφήλιος τῶνδε τῶν λόγων ἀνάπλεως. Καὶ ἡ Ἑβραίων φωνὴ οὐ μόνον εἰς τὴν Ἑλλήνων μετεβλήθη, ἀλλὰ καὶ εἰς τὴν Ῥωμαίων καὶ Αἰγυπτίων καὶ Περσῶν καὶ Ἰνδῶν καὶ Ἀρμενίων καὶ Σκυθῶν καὶ Σαυροματῶν καὶ ξυλλήβδην εἰπεῖν εἰς ἁπάσας τὰς γλώττας, αἷς ἅπαντα τὰ ἔθνη κεχρημένα διατελεῖ.