# Graecarum affectionum curatio 5.7

Theodoretus, Graecarum affectionum curatio, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/5.7

Καὶ ἄλλα δὲ μυρία εὕροι τις ἂν κἀν τοῖς θείοις εὐαγγελίοις κἀν τοῖς τῶν ἀποστόλων ξυγγράμμασι, δηλοῦντα σαφῶς τῆς τῶν ἀνθρώπων φύσεως τὸ αὐθαίρετον. Οὗ δὴ χάριν κἀγὼ πέμπτην ὑμῖν, ὦ ἄνδρες, τήνδε προσφέρω παραίνεσιν· οὐκ ἀξιῶν μόνον, ἀλλὰ καὶ ἄγαν γε λιπαρῶν καὶ ποτνιώμενος τὸν τῆς ἰατρείας μὴ προέσθαι καιρὸν μηδὲ ἀναβάλλεσθαι τὴν σωτηρίαν εἰς αὔριον, ἣν οὐκ ἴσμεν εἴπερ δὴ πάντως ὀψόμεθα, ἀλλ' ἀναμνησθῆναι τῆς τοῦ Ἀσκραίου ποιητοῦ παραινέσεως· μηδ' ἀναβάλλεσθαι ἔς τ' αὔριον ἔς τε ἔνηφι, προσέχειν δὲ ἀκριβῶς καὶ τῇ ἄλλῃ τοῦδε τοῦ ποιητοῦ γνώμῃ, ξυνῳδὰ φθεγγομένῃ· αἰεὶ δ' ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
