Ancient Greek
5.8 to 5.9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 5.8-9
Not analysed yet
Ἐπειδὴ τοίνυν τοῦ κόσμου πέρι καὶ τῆς ὕλης τίνα προσήκει φρονεῖν, μεμαθήκαμεν, καὶ ὅσον τὸ μέσον τῶν τε θείων καὶ τῶν φιλοσόφων δογμάτων, φέρε λοιπὸν ἐξετάσωμεν, τίνα περὶ τῆς τοῦ ἀνθρώπου φύσεως ἡ θεία γραφὴ φρονεῖν ἡμᾶς ἐξεπαίδευσεν, καὶ τίνα οἱ τῇ εὐεπείᾳ τοὺς λόγους καλλύνοντες καὶ ὀνομάτων ὥρᾳ καὶ ῥημάτων ἡβρυσμένων προσενεγκόντες τὸ ψεῦδος. Ὅσα μὲν οὖν ποιηταὶ περὶ τούτου μυθολογοῦσιν, ἐατέον ἐπὶ τοῦ παρόντος, οὐ μύρῳ τούτους, κατὰ τὸν Πλάτωνα, χρίσαντας, ἀλλὰ τῇ φερομένῃ παρ' αὐτῶν δυσοσμίᾳ τὰς αἰσθήσεις ἀποτειχίσαντας. Ἐκεῖνοι γὰρ οὐ μόνον γηγενεῖς, ἀλλὰ καὶ σπαρτοὺς ἀνθρώπους γεγενῆσθαί φασι καὶ ἐκ δρακοντείων ἀναφῦναι ὀδόντων. Ἃ δέ γε φιλόσοφοι θρυλοῦσι καὶ ξυγγραφεῖς, ταῦτα μόνα τῇ τῆς ἀληθείας παραθετέον διδασκαλίᾳ.