# Graecarum affectionum curatio 5.82

Theodoretus, Graecarum affectionum curatio, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/5.82

Ὅταν δὲ ταῦτα καὶ τὰ τούτοις προσόμοια καταμάθωμεν, μετὰ τοῦ προφήτου βοῶμεν· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν.» Τίς γὰρ ἱκανὸς ἐξικέσθαι λόγος ἢ τῆς ἐν τῷ σώματι φαινομένης ἁρμονίας ἢ τῆς ἐν τῇ ψυχῇ θεωρουμένης σοφίας; πολλῶν γὰρ δὴ τούτων πέρι καὶ Ἱπποκράτει καὶ Γαληνῷ ξυγγραφέντων, καὶ μέντοι καὶ Πλάτωνι καὶ Ξενοφῶντι καὶ Ἀριστοτέλει καὶ Θεοφράστῳ καὶ μυρίοις ἑτέροις, τῶν εἰρημένων πολλαπλάσια παραλέλειπται, τῶν ὑπὸ τῆς θείας γεγονότων σοφίας τῆς ἀνθρωπίνης διανοίας ἐφικέσθαι μὴ δυναμένης. Οὗ δὴ χάριν καὶ ὁ προφήτης ἐφ' οἷς μὲν κατέλαβεν, ὕμνησεν, ἐφικέσθαι δὲ τῶν ἐν ἡμῖν θεωρουμένων ἁπάντων οὐ δυνηθείς, τὴν ἧτταν σαφῶς ὡμολόγησεν, ἀρκεῖν νομίσας εἰς ὑμνῳδίαν ἀξίαν τὴν τοιαύτην ὁμολογίαν.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
