Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.15
Not analysed yet
Καὶ τὴν τύχην δὲ ὡσαύτως οἱ μὲν θεὸν ὑπέλαβον καὶ ὡς θεὸν ἐσεβάσθησαν· ὁ δὲ Πλάτων αἰτίαν εἶναι εἶπε κατά τι ξυμβεβηκὸς γινομένην, καὶ πάλιν ξύμπτωμα φύσεως ἢ προαιρέσεως κέκληκεν. Καὶ ὁ Ἀριστοτέλης δὲ ὡσαύτως αἰτίαν ἔφη κατὰ ξυμβεβηκὸς ἐν τοῖς καθ' ὁρμὴν ἕνεκέν τινος γινομένοις ἄδηλόν τε καὶ ἄστατον. Ἀναξαγόρας δὲ καὶ Δημόκριτος καὶ οἱ ἐκ τῆς Ποικίλης ὠνομασμένοι ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λόγῳ.