# Graecarum affectionum curatio 6.17-19

Theodoretus, Graecarum affectionum curatio, 6.17 to 6.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/6.17

Καὶ ὁ Μένανδρος δὲ ἐν Δεισιδαίμονι παραπλησίως τοὺς τὰ τοιαῦτα παρατηροῦντας γελᾷ, λέγων ὡδί· ἀγαθόν τι γένοιτό μοι, ὦ πολυτίμητοι θεοί. Ὑποδούμενος τὸν ἱμάντα τῆς δεξιᾶς ἐμβάδος διέρρηξ'. Εἰκότως, ὦ φλήναφε· σαπρὸς γὰρ ἦν· σὺ δὲ σμικρολόγος, οὐκ ἐθέλων καινὰς πρίασθαι. Οὕτως ᾔδεσαν καὶ οἱ τὸν ἐν γέλωτι καὶ θεάτροις ἀσπασάμενοι βίον, ὡς τὰ τοιαῦτα δείματα καὶ παρατηρήματα λίαν ἐστὶ καταγέλαστα. Καὶ Ἀντιφῶν δέ, τινὸς δυσχεραίνοντος καὶ οἰωνὸν χαλεπά τινα σημαίνειν νομίσαντος, ὅτι ἡ ὗς τὰ οἰκεῖα κατέφαγεν ἔκγονα· «Χαῖρε» εἶπεν «ἐπὶ τῷ σημείῳ, ὅτι πεινῶσα τὰ σὰ οὐ κατέφαγε τέκνα.» Ἔοικε δὲ τούτῳ καὶ τὸ παρὰ τοῦ Βίωνος εἰρημένον. Καὶ γὰρ ἐκεῖνος τὰ τοιάδε γελῶν· «Τί θαυμαστόν» ἔφη, «εἰ καὶ ὁ μῦς τὸν θύλακον διέτραγεν, οὐκ ἔχων ὅ τι φάγῃ; τοῦτο δὲ ἦν θαυμαστόν, εἰ, ὥσπερ Ἀρκεσίλαος παίζων ἐνεχείρει, τὸν μῦν ὁ θύλακος κατέφαγεν».

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
