Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.24
Not analysed yet
Ἐπειδὴ γὰρ οὐχ ἅπαντες οἱ πλημμελοῦντες τῇδε τίνουσι δίκην, οὔτε μὴν οἱ ἀξιόνικοι τῆς ἀρετῆς ἀθληταὶ τὰ τῶν ἀγώνων ἆθλα πάντες πρὸς ἀξίαν ἐνθάδε κομίζονται, μάλα εἰκότως οὗτος τὸν πάντα ἐφορῶντα ἐπέδειξεν ὀφθαλμὸν καὶ τὴν ἐσομένην προηγόρευσε κρίσιν, ἵνα κἀκεῖνα δειμαίνοντες καὶ τοῦτον ὁρᾶν πιστεύοντες, ἅπαντες τοὺς ἀξιεράστους τῆς ἀρετῆς ἀγῶνας ἀσπάσωνται καὶ μὴ δυσχεραίνωσι μὴ ὁρῶντες τῶν πόνων τἀπίχειρα.