Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.35
Not analysed yet
Εἶτα διδάσκει διὰ πλειόνων, ὡς φύσει μὲν ἀγαθὸν ἀρετὴ μόνη, τὰ δὲ ἄλλα ὁμωνύμως καλεῖται, ὀνόματος μόνου μετέχοντα. «Τὰ γὰρ ὑπὸ τῶν πολλῶν» φησι «λεγόμενα ἀγαθὰ οὐκ ὀρθῶς λέγεται. Λέγεται γάρ, ὡς ἄριστον μὲν ὑγιαίνειν, δεύτερον δὲ κάλλος, τρίτον δὲ πλοῦτος· καὶ ἕτερα δὲ μυρία ἀγαθὰ λέγεται· καὶ γὰρ ὀξὺ ὁρᾶν καὶ ἀκούειν καὶ πάντα ὅσα ἔχεται τῶν αἰσθήσεων εὐαισθήτως ἔχειν, ἔτι δὲ καὶ τὸ ποιεῖν τυραννοῦντα ὅ τι ἂν ἐπιθυμῇ, καὶ τὸ μὲν τέλος πάσης μακαριότητος εἰς τὸ πάντα ταῦτα κεκτημένον ἀθάνατον εἶναι γενόμενον ὅτι τάχιστα. Ὑμεῖς δὲ καὶ ἐγώ πῃ τάδε λέγομεν, ὡς ταῦτά ἐστι ξύμπαντα δικαίοις μὲν καὶ ὁσίοις ἀνδράσιν ἄριστα κτήματα, ἀδίκοις δὲ κάκιστα ξύμπαντα, ἀρξάμενα ἀπὸ τῆς ὑγιείας· καὶ δὴ καὶ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν καὶ τὸ αἰσθάνεσθαι καὶ τὸ παράπαν ζῆν μέγιστον μὲν κακὸν τὸν ξύμπαντα χρόνον ἀθάνατον ὄντα, κεκτημένον πάντα τὰ λεγόμενα ἀγαθὰ πλὴν δικαιοσύνης τε καὶ ἀρετῆς ἁπάσης, ἔλαττον δέ, ὡς ἂν ὀλίγιστον ὁ τοιοῦτος χρόνον ἐπιζῴη.»