Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.37
Not analysed yet
Καὶ γὰρ ὑγίεια καὶ κάλλος καὶ ῥώμη σώματος, καὶ μέντοι καὶ πλοῦτος τοὺς μὲν ὤνησέ τε καὶ ἔδειξε τῶν κτημάτων ἀξίους, τοῖς δὲ ὄργανα πονηρίας καὶ ἀκρασίας ἐγένετο· σωφροσύνη δὲ καὶ δικαιοσύνη καὶ τἄλλα ὅσα τούτοις παραπλήσια, τῆς ψυχῆς ἐστι κτήματα, ἃ πᾶσίν ἐστι τοῖς ἔχουσιν ὀνησιφόρα καὶ οὐδένα σίνεται τῶν κεκτημένων, τοῖς δὲ τοιούτοις καὶ τὰ λεγόμενα ἀγαθὰ ξύμφορα κτήματα· δικαίων γὰρ καὶ σωφρόνων οἰκονόμων τυγχάνει, τὰ δέ γε διὰ τούτων ἄριστα γινόμενα κάκιστα φαίνεται, πονηροῖς περιπεσόντα καὶ παρανόμοις· καὶ γὰρ ὁρῶσιν ἃ μὴ δεῖ, καὶ ἀκούουσιν ὧν οὐ δεῖ, καὶ τὰς ἄλλας αἰσθήσεις εἰς ἀκολασίαν παιδεύουσιν.