# Graecarum affectionum curatio 6.38-40

Theodoretus, Graecarum affectionum curatio, 6.38 to 6.40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/6.38

Μὴ τοίνυν, ὦ φίλοι ἄνδρες, ξυγχέωμεν τῶν πραγμάτων τὰς φύσεις, ἀλλὰ διαγνῶμεν, τί μὲν ἀληθῶς ἀγαθόν, τί δὲ κακόν, τί δέ γε τὴν μέσην τούτων κἀκείνων εἴληχε τάξιν· καὶ μὴ καλῶμεν εὐδαίμονας τοὺς πλουτοῦντας καὶ ῥωμαλέους καὶ δυναστείαν περιβεβλημένους τινά· κακοδαίμονας γὰρ ἀληθῶς καὶ τρισαθλίους προσαγορεύειν προσήκει τοὺς τούτων μὲν μετειληχότας, ὕλην δὲ ἀποφήναντας αὐτὰ κακίας καὶ πονηρίας. Ὅταν οὖν ἴδωμεν παμπόνηρον ἄνθρωπον πλούτῳ περιρεόμενον, μὴ τρισόλβιον ὀνομάζωμεν, ἀλλὰ δείλαιον, ὅτι τοῦ παρανόμως βιοῦν ἔχει πολλὰς ἀφορμάς· καὶ ὅταν ἕτερον ἐπιεικῆ εἶναι δοκοῦντα θεασώμεθα δυσκληρίᾳ τινὶ καὶ πενίᾳ ξυνεζευγμένον, μήτε ἄθλιον ὑπολάβωμεν μήτε ἄδικον τὴν τοῦ Θεοῦ προμήθειαν νομίσωμεν. Πρῶτον μὲν γὰρ οὐ πάντως τῷ ὄντι δίκαιος ὁ δοκῶν εἶναι δίκαιος· ἑτέρως γὰρ καὶ ταῦτα ὁρᾷ καὶ διακρίνει ὁ πάντα γε ὁρῶν ὀφθαλμός. Καὶ τοῦτο Σαμουὴλ τὸν προφήτην αὐτὸς ἐδίδαξεν ὁ τῶν ὅλων ὀπτήρ· «Οὐχ ὡς ἄνθρωπος» γάρ φησιν «ὁρᾷ, οὕτως ὁρᾷ ὁ Θεός·

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
