Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.52
Not analysed yet
Νεμεσᾶν δὲ αὐτοὺς προσῆκε καὶ τοῖς γεωμέτραις, ὅτι οὐχ ἓν τοῖς τὴν γραμμικὴν μανθάνουσιν ἐπιστήμην ἐπιδεικνύουσι σχῆμα, ἀλλὰ τρίγωνα καὶ τετράγωνα καὶ μηνοειδῆ καὶ κύκλους καὶ τραπέζια καὶ ἄλλα ἄττα τῶν εἰρημένων πολλαπλάσια. Ἐπιμεμφέσθωσαν δὲ καὶ τοῖς τὴν ἀριθμητικὴν διδάσκουσιν ἐπιστήμην, ὅτι τῶν ἀριθμῶν οἱ μέν εἰσιν ἄρτιοι, οἱ δὲ περιττοί, οἱ δὲ ἀρτιοπέριττοι, οἱ δὲ περισσάρτιοι, καὶ οἱ μὲν κύβοι, οἱ δὲ κυβεπίκυβοι.