Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.6
Not analysed yet
Τοὺς μὲν οὖν ἀμφὶ τὸν Διαγόραν φασὶν ἀθέους ἐπίκλην ὀνομασθῆναι διὰ τὸ πάμπαν ἀρνηθῆναι τὸ θεῖον· Πρωταγόραν δὲ ἀμφίβολον περί γε τούτων ἐσχηκέναι λέγουσι δόξαν· φάναι γὰρ αὐτὸν εἰρήκασιν οὐκ εἰδέναι, οὔτε εἴπερ εἰσὶ θεοί, οὔτε εἰ παντάπασιν οὐκ εἰσίν. Ἐπίκουρος δὲ ὁ Νεοκλέους καὶ ἡ ἐκείνου ξυμμορία εἶναι μὲν ἔφασαν τὸν Θεόν, πρὸς αὑτὸν δὲ ἀπεστράφθαι καὶ μήτε ἔχειν πράγματα μήτε παρέχειν ἄλλοις ἐθέλειν.