Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.66
Not analysed yet
Εἶτα καὶ τὰς δυσκληρίας ἀπαριθμεῖται καὶ λέγει ταύτας ἀναγκαίας εἶναι τοῖς ἁμαρτάνουσι· «Πενία γάρ» φησι «καὶ νόσοι τοῖς μὲν ἀγαθοῖς οὐδέν, τοῖς δὲ κακοῖς ξυμφορά, καὶ ἀνάγκη νοσεῖν σώματα ἔχουσιν· καὶ οὐκ ἀχρεῖα δὲ οὐδὲ ταῦτα παντάπασιν εἰς ξύνταξιν καὶ ξυμπλήρωσιν τοῦ ὅλου.»