Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.68
Not analysed yet
Καὶ μετὰ πολλοὺς δὲ τοιούτους λόγους παραινεῖ μὴ ἀκριβῶς ἐν τῷ μικτῷ ζῴῳ μηδὲ ἀκραιφνῶς τὸ ἀγαθὸν ἀπαιτεῖν, καί φησιν· «Πρῶτον τοίνυν λεκτέον ὡς τὸ καλὸν ἐν τῷ μικτῷ ζητοῦντας χρὴ μὴ πάντῃ ἀπαιτεῖν, ἀλλ' ὅσον τὸ καλῶς ἐν τῷ μικτῷ ἔχει, μηδὲ ἐν δευτέροις ζητεῖν τὰ πρῶτα, ἀλλ' ἐπειδὴ καὶ σῶμα ἔχει, ξυγχωρεῖν καὶ παρὰ τούτου ἰέναι εἰς τὸ πᾶν, ἀπαιτεῖν δὲ παρὰ τοῦ λόγου, ὅσον ἠδύνατο δέξασθαι τὸ μῖγμα εἰ μηδὲν τούτῳ ἐλλείπει.»