Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.73
Not analysed yet
Καὶ πᾶσα δὲ ἡ διάλεξις, καὶ ἡ προτέρα καὶ ἡ δευτέρα, τούτων τῶν λόγων ἀνάπλεως. Ἐγὼ δὲ τὸ μῆκος φεύγων τὰ πλείονα παραλείψω· καὶ Ξενοφῶντι τῷ Σωκρατικῷ καὶ Ἐπικτήτῳ τῷ Στωϊκῷ καὶ ἄλλοις πλείοσι μάρτυσι δυνάμενος χρήσασθαι καὶ φυσικαῖς ἀποδείξεσιν οἷός τε ὢν διελέγξαι τῶν ἀπιστούντων τῷδε τῷ λόγῳ τὴν ἄνοιαν, ἀποχρῆν οἶμαι τὰ ξυνειλεγμένα εἴς γε τὴν τῆς ἀληθείας βεβαίωσιν.