# Graecarum affectionum curatio 6.74-77

Theodoretus, Graecarum affectionum curatio, 6.74 to 6.77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/6.74

Ἐκεῖνο δὲ μόνον τοῖς εἰρημένοις προύργου προσθεῖναι νενόμικα, ὡς δήλου γε ὄντος, ὅτι προνοεῖ τῶν ὅλων ὁ ποιητής, ἄμαχος δήπουθεν καὶ ἀναμφισβήτητος δέδεικται τῆς τοῦ Σωτῆρος οἰκονομίας ὁ λόγος· ἔπρεπε γὰρ τῷ τὰ πάντα τεκτηναμένῳ καὶ τοῖς μὴ οὖσι τὸ εἶναι δωρησαμένῳ μὴ παριδεῖν διολλυμένην τῶν ἀνθρώπων τὴν φύσιν, ἧς ἕνεκεν τὰ ὁρώμενα κατεσκεύασεν ἅπαντα. Ἥ τε γὰρ γῆ τούτων ἐστὶν ἐνδιαίτημα, καὶ τὸν οὐρανὸν ὄροφον ἔχουσι· καὶ ἀὴρ καὶ θάλαττα καὶ ποταμοὶ καὶ πηγαὶ καὶ νεφῶν ὠδῖνες καὶ δρόσοι καὶ αὖραι, καὶ μέντοι καὶ φυτὰ κάρπιμά τε καὶ ἄκαρπα καὶ ζῷα χερσαῖά τε καὶ πτηνὰ καὶ νηκτὰ καὶ ἀμφίβια καὶ βοτανῶν γένη μυρία καὶ ὕλαι μεταλλικαὶ τῷ γένει τῶν ἀνθρώπων τὴν χρείαν προσφέρουσιν. Καὶ μὲν δὴ καὶ ἥλιος καὶ σελήνη καὶ τῶν ἀστέρων τὸ πλῆθος, διχῇ τὸν χρόνον διελόντες, ἴσως αὐτὸν διενείμαντο· καὶ ὁ μὲν φωτίζει τὴν ἡμέραν καὶ πρὸς ἐργασίαν καλεῖ, ἡ δὲ μετὰ τῶν ἄστρων τὴν νυκτερινὴν ἔλαχε δᾳδουχίαν. Οὐ τοίνυν παριδεῖν ὁ τοῦ παντὸς Κύριος ὑπέλαβε δίκαιον τὸν οὗ χάριν ταῦτα πάντα ἐγένετο ὑπὸ τῆς ἁμαρτίας πολιορκούμενον καὶ ὡς δορίληπτον τῷ θανάτῳ παραδιδόμενον, καὶ διὰ τοῦτο τὴν ἀνθρωπείαν ὑπέδυ μορφὴν καὶ τὴν ἀόρατον τῇ ὁρωμένῃ κατεκάλυψε φύσιν, καὶ τήν τε ὁρωμένην ἀναμάρτητον διεφύλαξε καὶ τὴν κεκρυμμένην ἀκήρατον διετήρησεν·

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
