Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.88
Not analysed yet
Ταῦτα καὶ τὰ τούτοις ὅμοια τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ θεοπρεπὲς ἐπιδείκνυσι, μαρτυροῦσι δὲ καὶ αἱ παλαιαὶ προφητεῖαι τοῖς εὐαγγελίοις ἀλήθειαν· Αἱ μὲν γὰρ τὴν τούτων ἔχουσι πρόρρησιν, τὰ δὲ τῆς προρρήσεως ἐπιδεικνύει τὸ τέλος. Καὶ οἱ μὲν προεῖπον τῆς παρθένου τὴν γέννησιν, οἱ δὲ διδάσκουσι τὴν τῆς προφητείας ἀλήθειαν· οἱ μὲν προεθέσπισαν τὸν σταυρόν, οἱ δὲ δεικνύουσι τὸν σταυρόν· οἱ μὲν προεῖπον τὰ θαύματα, οἱ δὲ ἱστοροῦσι τὰ θαύματα·