Ancient Greek
Book 6
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 6.9
Not analysed yet
Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα εἰπών, προστέθεικε καὶ ταῦτα· «Φέρε καὶ ἡμεῖς ἀνταγανακτήσωμεν. Τί δή ποτε; Ἔνθα ἂν ἡμῖν δοκῇ, ἔσται τοῦτο καὶ πιστότατον καὶ πρεσβύτατον· ἔνθα δ' ἂν μὴ δοκῇ, ἐκεῖ καταδυναστεύει τι λεληθὸς αὐτοῦ, εἱμαρμένη καὶ πεπρωμένη, διάφορα ἑκάστῳ ἡμῶν ἔχουσα, τῷ μὲν ἐκ θεοῦ, τῷ δὲ ἐκ τῶν σμικρῶν ἐκείνων σωμάτων τῶν φερομένων ἄνω καὶ παλλομένων κάτω καὶ περιπλεκομένων καὶ διαλυομένων καὶ διϊσταμένων καὶ παρατιθεμένων ἐξ ἀνάγκης;»