# Graecarum affectionum curatio 7.16

Theodoretus, Graecarum affectionum curatio, Book 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/7.16

Ταῦτα δὲ τυχὸν καὶ αὐτοὶ περὶ τοῦ ὄντος Θεοῦ καὶ ἀεί γε ὄντος φάναι τολμήσουσιν, ἐπειδὴ τῶν μὲν περὶ θυσιῶν ἐν τῇ θείᾳ γραφῇ κειμένων ἐπαΐουσι νόμων, τὸν δὲ τοῦ νομοθέτου παντελῶς ἀγνοοῦσι σκοπόν. Ἐν γὰρ δὴ τῇ Αἰγύπτῳ πλεῖστον ὅσον τὸν Ἰσραὴλ διατρίψαντα χρόνον καὶ τὰ πονηρὰ τῶν ἐγχωρίων εἰσδεξάμενον ἔθη καὶ θύειν εἰδώλοις καὶ δαίμοσι παρ' ἐκείνων μεμαθηκότα καὶ παίζειν καὶ χορεύειν καὶ ὀργάνοις μουσικοῖς ἐπιτέρπεσθαι, τούτων ἐν ἕξει γενόμενον ἐλευθερῶσαι θελήσας, θύειν μὲν ξυνεχώρησεν, ἀλλ' οὐ πάντα θύειν, οὐδέ γε τοῖς ψευδωνύμοις Αἰγυπτίων θεοῖς, ἀλλ' αὐτῷ μόνῳ τοὺς Αἰγυπτίων προσφέρειν θεούς· ἐθεοποίουν γάρ τοι πάλαι ποτὲ καὶ τὸν βοῦν Αἰγύπτιοι καὶ τὸ πρόβατον καὶ τὴν αἶγα καὶ τὴν περιστερὰν καὶ τὴν τρυγόνα καὶ ἄλλα ἄττα τῶν οὐκ ἐδωδίμων, ἀλλ' ἀκαθάρτων καλουμένων.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
