# Graecarum affectionum curatio 7.Section t-3

Theodoretus, Graecarum affectionum curatio, 7.Section t to 7.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/7.Section%20t

ΠΕΡΙ ΘΥΣΙΩΝ. Φιλοπαίγμονες ὡς ἐπίπαν καὶ φιλογέλωτες τῶν ἀνθρώπων οἱ πλεῖστοι· καὶ θυμήρης αὐτοῖς οὐχ ὁ σπουδαῖος καὶ ξύντονος, ἀλλ' ὁ ὑγρὸς καὶ ἀνειμένος βίος. Ὅθεν δὴ καὶ ῥᾷστα κεκράτηκεν αὐτῶν ὁ παμπόνηρος δαίμων. Οὐ γάρ τοι τὴν ὄρθιον ἐκείνην καὶ στενὴν καὶ τραχεῖαν καὶ δύσπορον καὶ προσάντη βαίνειν ἐκέλευσεν, ἀλλὰ τὴν πρανῆ καὶ κατάντη καὶ λείαν καὶ εὔπορον. Οὐδὲ γὰρ σωφροσύνης αὐτοὺς καὶ δικαιοσύνης ἐπιμελεῖσθαι προσέταξεν, ἀλλ' ἀκολασταίνειν αὐτοὺς ἀδεῶς καὶ ἀσελγαίνειν καὶ πᾶσαν τολμᾶν ἀνέδην παρανομίαν ἐπέτρεψεν. Τῷ τοι καὶ μάλα ῥᾳδίως τοὺς πλείστους ἐξηνδραπόδισεν. Τό τε γὰρ ἐπίπονον τῆς ἀρετῆς ἀποφυγγάνοντες καὶ τῶν θείων νόμων τοὺς ἱδρῶτας διαδιδράσκοντες, ηὐτομόλησαν εὐπετῶς πρὸς τὸν τὰ ῥᾷστα καὶ θυμήρη νομοθετοῦντα. Τόνδε δὴ οὖν τὸν τρόπον αὐτοὺς δουλωσάμενος, πρῶτον μὲν τὰς περὶ τοῦ Θεοῦ τῶν ὅλων, ἃς ἡ φύσις αὐτοῖς ἐξ ἀρχῆς ἐνέγραψεν, ἐξήλειψε δόξας· ἔπειτα δὲ τὰ πονηρὰ τῶν ψευδωνύμων θεῶν ἐξεπαίδευσε δόγματα καὶ τὸν πολὺν τῶν οὐκ ὄντων ὅμιλον ἀντὶ τοῦ ὄντος ἐδίδαξε προσκυνεῖν, ταύτην ὑποβάθραν καὶ κρηπῖδα τῆς διεφθαρμένης προκαταβαλλόμενος βιοτῆς.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
