Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.13
Not analysed yet
Ὅτι δὲ καὶ ὁ Πλάτων Ἀμφιτρύωνος αὐτὸν οἶδεν υἱὸν καὶ οὐ τοῦ Διός, ἀκούσατε δὴ αὐτοῦ ἐν τῷ Θεαιτήτῳ λέγοντος· «Ἀλλ' ἐπὶ πέντε καὶ εἴκοσι καταλόγῳ προγόνων σεμνυνομένων καὶ ἀναφερόντων εἰς Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἄτοπα αὐτῷ φαίνεσθαι τῆς σμικρολογίας, ὅτι δὲ Ἀμφιτρύωνος εἰς τὸ ἄνω πέμπτος καὶ εἰκοστὸς ἦν, οἵα ξυνέβαινεν αὐτῷ τύχη, καὶ ὁ πεντηκοστὸς ἀπ' αὐτοῦ, γελᾷ οὐ δυναμένων λογίζεσθαί τε καὶ χαυνότητος ἀνοήτου ψυχῆς ἀπαλλάττεσθαι.»