Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.20
Not analysed yet
Οὕτω δὲ ἄκρως, φησίν, ἐπαιδεύθη καὶ μάλα γε σπουδαίως, ὡς μὴ μόνον τοὺς ἀρρωστοῦντας ἰᾶσθαι, ἀλλὰ καί τινας τῶν τετελευτηκότων ἐγείρειν· διὸ δὴ τὸν τερπικέραυνον χαλεπήναντα πρηστῆρσι βαλεῖν καὶ ἐξαγαγεῖν τῆς ζωῆς. Τοιγαροῦν καὶ ἄνθρωπος ἦν, οὐδὲ τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως τραφείς, ἀλλὰ καὶ παρὰ κυνὸς τῆς πρώτης ἀπολαύσας τροφῆς καὶ τῷ τῶν θηρευόντων οἴκτῳ διασωθείς, καὶ οὐκ ἐκ θείας σοφίας καὶ ἐπιστήμης τὸ ἰατρεύειν ἔχων, ἀλλὰ παρὰ Χείρωνος τήνδε τὴν τέχνην ἐκπαιδευθείς.