Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.23
Not analysed yet
Ὅτι δὲ ἐπὶ τῶν Ὁμήρου χρόνων οὐδέπω οὗτος τῆς θεοποιΐας ἐτετυχήκει, μάρτυς ὁ ποιητής, οὐ τὸν Ἀσκληπιόν, ἀλλὰ τὸν Παιήονα δείξας τὰ τοῦ Ἄρεως θεραπεύσαντα τραύματα· δεῖ γὰρ τουτουσὶ τοὺς θεοὺς καὶ τραύματα ἔχειν καὶ ἰατρούς· Καὶ τὸν Μαχάονα δὲ οὐ θεοῦ λέγει υἱὸν οὐδέ γε ἡμιθέου, ἀλλ' ἰατροῦ· ἔφη γάρ· φῶτ' Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος.