# Graecarum affectionum curatio 8.24

Theodoretus, Graecarum affectionum curatio, Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/8.24

Καὶ τὸν Διόνυσον δὲ Σεμέλης υἱὸν γεγενῆσθαι καὶ Ὅμηρος ἔφη καὶ Εὐριπίδης καὶ ἄλλοι γε πλεῖστοι· Σεμέλη δὲ Κάδμου θυγάτηρ. Ἀλλ' ὅμως καὶ οὗτος θείας ἠξιώθη τιμῆς, καὶ ταῦτα γύννις ὢν καὶ θηλυδρίας καὶ ἀνδρόγυνος· καὶ γὰρ τοῖς ἐπικουροῦσι μισθὸν ὑπέσχετο δώσειν οὐ χρυσὸν ἢ ἄργυρον, ἀλλὰ τὴν ὕβριν τοῦ σώματος· καὶ οὕτως περὶ τὴν βδελυρὰν ἐκείνην ὑπόσχεσιν ἐγένετο φιλαλήθης, ὡς τῶν βεβοηθηκότων τετελευτηκότων πρὶν ἢ δέξασθαι τὸν πολυάρατον ἐκεῖνον μισθόν, ἑτέρως ἐπινοῆσαι τὴν τῆς ἐπαγγελίας ἐκπλήρωσιν. Καὶ σιωπῶ τὸ σύκινον πέος καὶ τὰ ἐπὶ τούτῳ τελούμενα· αἰσχύνομαι γὰρ λέγειν, ἐφ' οἷς ἐπανηγύριζον Ἕλληνες.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
