# Graecarum affectionum curatio 8.30

Theodoretus, Graecarum affectionum curatio, Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/8.30

Καὶ γὰρ Ἀθήνησιν, ὡς Ἀντίοχος ἐν τῇ ἐνάτῃ γέγραφεν ἱστορίᾳ, ἄνω γε ἐν τῇ ἀκροπόλει Κέκροπός ἐστι τάφος παρὰ τὴν Πολιοῦχον αὐτήν· καὶ ἐν Λαρίσσῃ τῇ γε Θετταλικῇ πάλιν ἐν τῷ ναῷ τῆς Ἀθηνᾶς τὸν Ἀκρίσιον τεθάφθαι φησίν· ἐν δὲ Μιλήτῳ τὸν Κλεόμαχον ἐν τῷ Διδύμῳ κεῖσθαι εἴρηκε Λέανδρος· τὴν δὲ Λυκοφρόνην ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν Μαγνησίᾳ ταφῆναι Ζήνων ὁ Μύνδιος ἔφη· τὸν ἐν Τελμισσῷ δὲ βωμὸν τοῦ Ἀπόλλωνος μνῆμα εἶναι Τελμισσέως τοῦ μάντεως ἱστοροῦσιν. Ἀλλ' ὅμως οὔτε οἱ τηνικάδε θάψαντες μιαίνειν ὑπέλαβον τοὺς βωμούς, οὔτε οἱ ὕστερον θύοντες ἄγους ἐκεῖθεν μεταλαγχάνειν ἐνόμιζον. Τοπάζετε δὲ τοῦτο μόνοι ὑμεῖς, οἱ δὲ παλαιοὶ τούτων οὐδὲν ὑπελάμβανον.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
