Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.31
Not analysed yet
Καὶ γὰρ δὴ καὶ Ὅμηρος δείκνυσιν ἐν τοῖς ἔπεσι τὸν Ἀχιλλέα τὸν Πηλέως, τὸν Αἰακίδην, τὸν ἐκ Θέτιδος, τὸν ἐκ Διὸς καθ' ὑμᾶς, περιπτυσσόμενον νεκρὸν τοῦ Πατρόκλου τὸ σῶμα, καὶ ἡνίκα τοῦτο τῇ πυρᾷ προσέφερον οἱ Μυρμιδόνες, τὴν κεφαλὴν φέροντα, εἶτα τὴν πυρὰν κατασβεννύντα καὶ τὰ ὀστᾶ γε ξυλλέγοντα καὶ ταῦτα ἐν χρυσῇ φιάλῃ τιθέντα καὶ ἔνδον εἰς τὴν σκηνὴν κομίζοντα τὴν αὑτοῦ.