# Graecarum affectionum curatio 8.33

Theodoretus, Graecarum affectionum curatio, Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/8.33

Ὅτι δὲ καὶ χοὰς τοῖς τεθνεῶσι προσέφερον, ἴστε μὲν καὶ ὑμεῖς οἱ νύκτωρ ταύτας παρὰ τοὺς νόμους τολμῶντες· μαρτυρεῖ δὲ καὶ Ὅμηρος τὸν Λαέρτου δεικνὺς κατά γε τὰς ὑποθημοσύνας τῆς Κίρκης καὶ τὸν βόθρον ὀρύξαντα καὶ τὰς χοὰς ἐπιτετελεκότα καὶ ταῦτά γε διηγούμενον τῷ Ἀλκινόῳ· ἐγὼ γάρ φησιν ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ βόθρον ὄρυξ' ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα· ἀμφ' αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι, πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, τὸ τρίτον αὖθ' ὕδατι· ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνα, πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα, ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, ῥέξειν ἐν μεγάροισι πυρήν τ' ἐμπλησέμεν ἐσθλῶν, Τειρεσίῃ δ' ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ παμμέλαν', ὃς μήλοισι μεταπρέπει ἡμετέροισιν. Τοὺς δ' ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν, ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα ἐς βόθρον· ῥέε δ' αἷμα κελαινεφές· αἱ δ' ἀγέροντο ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
