# Graecarum affectionum curatio 8.38-40

Theodoretus, Graecarum affectionum curatio, 8.38 to 8.40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/8.38

τί δὲ φρονιμώτερον ἢ σοφώτερον τῶν οὕτω ταῦτα βουλευσαμένων καὶ τῶν μὲν τῇδε καταπεφρονηκότων, ὡς βέβαιον οὐδὲν ἐχόντων καὶ μόνιμον, ἐρασθέντων δὲ ἐκείνων, ἃ λόγος ἑρμηνεύειν οὐ δύναται; τί δὲ ἀνδρικώτερον τῶν ἀνταγωνισαμένων πρὸς πολλὰ παθήματα καὶ διάφορα καὶ τοὺς κολάζοντας νενικηκότων τῇ καρτερίᾳ τῆς γνώμης; Τοιγάρτοι οὗτοί γέ εἰσιν ἀτεχνῶς πρόμοι ἀνθρώπων καὶ πρόμαχοι καὶ ἐπίκουροι καὶ τῶν κακῶν ἀποτρόπαιοι, τὰς ὑπὸ τῶν δαιμόνων ἐπιφερομένας ἀποδιοπομπούμενοι βλάβας. Ὁ δέ γε Ἡράκλειτος καὶ τοὺς ἐν τοῖς πολέμοις ἀναιρεθέντας πάσης ἀξίους ὑπολαμβάνει τιμῆς· «Ἀρηϊφάτους» γάρ φησιν «οἱ θεοὶ τιμῶσι καὶ ἄνθρωποι», καὶ πάλιν· «μόνοι γὰρ μείζονες μείζονος μοίρας λαγχάνουσιν». Ἀλλὰ τόνδε τὸν λόγον ἔγωγε οὐ προσίεμαι· πλεῖστοι γὰρ δὴ παμπόνηρον ἀσπασάμενοι βίον τὸν βίαιον ὑπέμειναν θάνατον. Εἰ τοίνυν τοὺς ἀρηϊφάτους ἅπαντας προσήκει τιμᾶν, ὥρα ὑμῖν καὶ τοῖς Οἰδίπου παισὶ τόδε ἀπονεῖμαι τὸ γέρας, οἳ τὸν πατέρα μὲν κατέλιπον ἀτημέλητον, ἕνεκα δὲ τυραννίδος κατ' ἀλλήλων λυττήσαντες τῷ ἀλλήλων αἵματι τὰς οἰκείας ἐφοίνιξαν δεξιάς·

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
