# Graecarum affectionum curatio 8.51

Theodoretus, Graecarum affectionum curatio, Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/8.51

Ὅτι δὲ καὶ ἐπιμελεῖσθαι τῶν ἀνθρωπείων δύνανται πραγμάτων αἱ τῶν ὁσίων ψυχαὶ καὶ τοῦ σώματος ἐκτὸς γενόμεναι, ὁ Πλάτων καὶ τοῦτο ἐν τῷ ἑνδεκάτῳ τῶν Νόμων ἐδίδαξε· λέγει δὲ οὕτως· «Εἴς τινα γὰρ οὖν μοι καιρὸν φαινόμεθα τοὺς ἔμπροσθεν λόγους διεξελθεῖν, ὡς ἄρα αἱ τῶν τελευτησάντων ψυχαὶ δύναμιν ἔχουσί τινα τελευτήσασαι καὶ τῶν κατ' ἀνθρώπους πραγμάτων ἐπιμελοῦνται. Ταῦτα δὲ ἀληθεῖς μέν, μακροὶ δέ εἰσι περιέχοντες λόγοι· πιστεύειν δὲ ταῖς ἄλλαις φήμαις χρεὼν περὶ τὰ τοιαῦτα, οὕτω πολλαῖς καὶ σφόδρα γε παλαιαῖς οὔσαις· πιστεύειν δὲ αὐτοῖς νομοθετοῦσι ταῦθ' οὕτως ἔχειν.»

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
