Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.52
Not analysed yet
Ἀλλ' ὁ μὲν φιλόσοφος κελεύει καὶ ταῖς φήμαις πιστεύειν· ὑμεῖς δὲ οὐ μόνον ἡμῖν ἀπιστεῖτε καὶ τῆς τῶν πραγμάτων βοώσης ἀληθείας ἐπαΐειν οὐ βούλεσθε, ἀλλ' οὐδὲ τῷ ὑμετέρῳ φιλοσόφῳ πιστεύειν ἐθέλετε ἄντικρυς λέγοντι, ὡς αἱ τῶν ὁσίων ψυχαὶ τῶν σωμάτων ἀπαλλαγεῖσαι τῶν κατ' ἀνθρώπους ἐπιμελοῦνται πραγμάτων. Τῷ δὲ οὕτως ἁρμόττει τοῦδε τοῦ γέρως τυχεῖν, ὡς τοῖς ἠγαπηκόσι μὲν ἐκθύμως τὰ θεῖα, μεμενηκόσι δὲ μέχρι τέλους οἷς ἐξ ἀρχῆς προείλοντο καὶ τὴν τάξιν ἐν ᾗ σφᾶς ἔταξαν οὐκ ἀνασχομένοις καταλιπεῖν;