Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.57
Not analysed yet
Ὅθεν δὴ οὐδὲ τῆς μετὰ τὴν τελευτὴν ἠξιώθη τιμῆς· οὐδέ γε Ἀνάξαρχος ἐκεῖνος, ὃς ὑπέροις πτισσόμενος σιδηροῖς ἔλεγεν, ὥς φασι, «πτίσσε, πτίσσε τὸν Ἀναξάρχου θύλακον· Ἀνάξαρχον γὰρ οὐ πτίσσεις», οὐδὲ Ζήνων ὁ Ἐλεάτης, ὃς ἀναγκαζόμενος κατειπεῖν τι τῶν ἀπορρήτων, ἀντέσχε πρὸς τὰς βασάνους οὐδὲν ἐξομολογούμενος· ὡς δέ φησιν Ἐρατοσθένης ἐν τοῖς Περὶ ἀγαθῶν καὶ κακῶν, δείσας οὗτος, μὴ τῇ τῶν παθῶν ὑπερβολῇ βιασθεὶς ἐξείπῃ τι τῶν ξυγκειμένων καὶ τοὺς στασιώτας μηνύσῃ, τὴν γλῶτταν τοῖς ὀδοῦσι τεμὼν προσέπτυσε τῷ τυράννῳ.