Ancient Greek
Book 8
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 8.70
Not analysed yet
Ὁρῶντες τοίνυν τῆς τῶν μαρτύρων τιμῆς τὸ ὠφέλιμον, φεύγετε, ὦ φίλοι, τῶν δαιμόνων τὸν πλάνον· καὶ τούτοις φωστῆρσι καὶ ποδηγοῖς κεχρημένοι, τὴν πρὸς τὸν Θεὸν ἄγουσαν πορείαν ὁδεύσατε, ἵνα τῆς τούτων χορείας ἐν τοῖς ἀνωλέθροις αἰῶσι μετάσχητε.