Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.21
Not analysed yet
τὸν Πέτρον ἐκεῖνος καὶ τὸν Παῦλον ἀνεῖλεν, ἀλλ' οὐ ξυνανεῖλε τοῖς νομοθέταις τοὺς νόμους—οὐκ Οὐεσπασιανός, οὐ Τίτος, οὐ Δομετιανός, καὶ ταῦτα πολλοῖς κατ' αὐτῶν καὶ παντοδαποῖς χρησάμενος μηχανήμασι· πολλοὺς γὰρ δὴ τούτους ἀσπαζομένους τῷ θανάτῳ παρέπεμψε, παντοδαπαῖς κολαστηρίων ἰδέαις χρησάμενος. Καὶ Τραϊανὸς δὲ καὶ Ἀδριανὸς σφόδρα κατὰ τῶνδε τῶν νόμων παρεταξάτην· ἀλλὰ τὴν μὲν Περσῶν ὁ Τραϊανὸς δυναστείαν κατέλυσε καὶ Ἀρμενίους τῷ Ῥωμαίων ὑπέταξε χαλινῷ καὶ μέντοι καὶ τὰ Σκυθικὰ ἔθνη τοῖς σκήπτροις ὑποκύπτειν ἠνάγκασε· τὴν δὲ τῶν ἁλιέων καὶ τοῦ σκυτοτόμου καταλῦσαι νομοθεσίαν οὐκ ἴσχυσεν.