Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.4
Not analysed yet
Καὶ τὸν χρυσὸν δὲ τὸν τοῖς πολλοῖς ἀξιέραστον, καὶ μέντοι καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον ψάμμος καὶ γῆ ξυγκαλύπτουσιν· ἀλλ' οἱ τὰς χρυσίτιδας καὶ ἀργυρίτιδας διερευνώμενοι φλέβας διορύττουσι μὲν τὰ μέταλλα, ξυλλέγουσι δὲ τὰ ψήγματα. Καὶ ἐπίσημον δὲ γενόμενον τὸν χρυσὸν καὶ τὸν βασιλικὸν δεξάμενον χαρακτῆρα οὐ χρυσὸς ἔξωθεν, ἀλλ' ἢ σκύτιναι ἢ ξύλιναι φυλάττουσι θῆκαι.