Ancient Greek
Book 9
Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio 9.40
Not analysed yet
Ταύτῃ γάρ που τῇ διαιρέσει καὶ Ὅμηρος κέχρηται· πεποίηκε γὰρ ἐν τοῖς ἔπεσι τῇ Ἀνδρομάχῃ τὸν Ἕκτορα λέγοντα· ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε, ἱστόν τ' ἠλακάτην τ' ἠδ' ἀμφιπόλοισι κέλευε ἔργον ἐποίχεσθαι· πόλεμος δ' ἄνδρεσσι μελήσει. Ὁ δὲ φιλόσοφος οὐδὲ τὴν τῶν ποιητῶν διέγνω διαίρεσιν, ἀλλὰ καὶ γυμνάζεσθαι τὰς γυναῖκας γυμνὰς καὶ ἱππεύειν ἐκέλευσεν. Καὶ τὰ ἑξῆς δὲ ξυνομολογεῖ τοῖς προτέροις· λέγει γὰρ οὕτως·