# Graecarum affectionum curatio 9.53

Theodoretus, Graecarum affectionum curatio, Book 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/theodoretus-scr-eccl-et-theol/graecarum-affectionum-curatio/9.53

Τοιαῦτα μὲν δὴ περὶ γάμου καὶ παιδοποιΐας νενομοθέτηκεν· ὁποῖα δὲ καὶ περὶ τῆς ἄλλης ἀκολασίας διέξεισιν, εὐπετὲς τῷ βουλομένῳ καταμαθεῖν. Τοὺς γὰρ τὴν παρὰ φύσιν ἀσέλγειαν ἀσπαζομένους καὶ τῇδε μακαρίους ὑπείληφε καὶ ἐκδημήσαντας ἐντεῦθεν εὐδαίμονας ἔσεσθαι εἴρηκεν· «Οὐ μικρὸν» γάρ φησιν «ἆθλον τῆς ἐρωτικῆς φέρονται. Εἰς γὰρ σκότον καὶ τὴν ὑπὸ γῆς πορείαν οὐ νόμος ἐστὶν ἔτι ἐλθεῖν τοῖς κατηργμένοις ἤδη τῆς ὑπουρανίου πορείας, ἀλλὰ φανὸν βίον διάγοντας εὐδαιμονεῖν μετ' ἀλλήλων πορευομένους καὶ ὁμοπτέρους ἔρωτος χάριν.» Τούτοις δὲ ἐπιλέγει ταῦτα· «Ὦ παῖ, καὶ οὕτω σοι θεία δωρήσεται ἡ παρ' ἐραστοῦ φιλία.»

---

Theodoretus Scr. Eccl. et Theol., Graecarum affectionum curatio. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4089.tlg001.local001/.
